For he, Adeimantus, whose mind is fixed upon true being, has surely no time to look down upon the affairs of earth, or to be filled with malice and envy, contending against men; his eye is ever directed towards things fixed and immutable, which he sees neither injuring nor injured by one another, but all in order moving according to reason; these he imitates, and to these he will, as far as he can, conform himself. Can a man help imitating that with which he holds reverential converse?
Impossible.
And the philosopher holding converse with the divine order, becomes orderly and divine, as far as the nature of man allows; but like every one else, he will suffer from detraction.
Of course.
And if a necessity be laid upon him of fashioning, not only himself, but human nature generally, whether in States or individuals, into that which he beholds elsewhere, will he, think you, be an unskilful artificer of justice, temperance, and every civil virtue?
Anything but unskilful.
οὐδὲ γάρ που, ὦ Ἀδείμαντε, σχολὴ τῷ γε ὡς ἀληθῶς πρὸς τοῖς οὖσι τὴν διάνοιαν ἔχοντι κάτω βλέπειν εἰς ἀνθρώπων πραγματείας, καὶ μαχόμενον αὐτοῖς φθόνου τε καὶ δυσμενείας ἐμπίμπλασθαι, ἀλλʼ εἰς τεταγμένα ἄττα καὶ κατὰ ταὐτὰ ἀεὶ ἔχοντα ὁρῶντας καὶ θεωμένους οὔτʼ ἀδικοῦντα οὔτʼ ἀδικούμενα ὑπʼ ἀλλήλων, κόσμῳ δὲ πάντα καὶ κατὰ λόγον ἔχοντα, ταῦτα μιμεῖσθαί τε καὶ ὅτι μάλιστα ἀφομοιοῦσθαι. ἢ οἴει τινὰ μηχανὴν εἶναι, ὅτῳ τις ὁμιλεῖ ἀγάμενος, μὴ μιμεῖσθαι ἐκεῖνο; ἀδύνατον, ἔφη. θείῳ δὴ καὶ κοσμίῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δʼ ἐν πᾶσι πολλή. παντάπασι μὲν οὖν. ἂν οὖν τις, εἶπον, αὐτῷ ἀνάγκη γένηται ἃ ἐκεῖ ὁρᾷ μελετῆσαι εἰς ἀνθρώπων ἤθη καὶ ἰδίᾳ καὶ δημοσίᾳ τιθέναι καὶ μὴ μόνον ἑαυτὸν πλάττειν, ἆρα κακὸν δημιουργὸν αὐτὸν οἴει γενήσεσθαι σωφροσύνης τε καὶ δικαιοσύνης καὶ συμπάσης τῆς δημοτικῆς ἀρετῆς; ἥκιστά γε, ἦ δʼ ὅς.
Republic 6.500b – d